Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.164 Dem. 20.166 (English) >>Dem. 21.1

20.165οὔκουν ἄξιον, ἄνδρες Ἀθηναῖοι, τοσαύτην βλασφημίαν ἀντὶ καλῶν καὶ προσηκόντων ὑμῖν ἀγαθῶν ἑλέσθαι. καὶ γὰρ ἕκαστος ὑμῶν ἰδίᾳ μεθέξει τῆς δόξης τῶν κοινῇ γνωσθέντων. οὐ γὰρ ἀγνοεῖ τοῦτʼ οὐδεὶς οὔτε τῶν περιεστηκότων οὔτε τῶν ἄλλων, ὅτι ἐν μὲν τῷ δικαστηρίῳ Λεπτίνης πρὸς ἡμᾶς ἀγωνίζεται, ἐν δὲ τῇ τῶν καθημένων ὑμῶν ἑνὸς ἑκάστου γνώμῃ φιλανθρωπία πρὸς φθόνον καὶ δικαιοσύνη πρὸς κακίαν καὶ πάντα τὰ χρηστὰ πρὸς τὰ πονηρότατʼ ἀντιτάττεται. 20.166ὧν τοῖς βελτίοσι πειθόμενοι καὶ κατὰ ταὔθʼ ἡμῖν θέμενοι τὴν ψῆφον, αὐτοί θʼ προσήκει δόξετʼ ἐγνωκέναι, καὶ τῇ πόλει τὰ κράτιστʼ ἔσεσθʼ ἐψηφισμένοι, κἄν τις ἄρʼ ἔλθῃ ποτὲ καιρός, οὐκ ἀπορήσετε τῶν ἐθελησόντων ὑπὲρ ὑμῶν κινδυνεύειν. ὑπὲρ οὖν τούτων ἁπάντων οἶμαι δεῖν ὑμᾶς σπουδάζειν καὶ προσέχειν τὸν νοῦν, ὅπως μὴ βιασθῆθʼ ἁμαρτάνειν. πολλὰ γὰρ ὑμεῖς, ἄνδρες Ἀθηναῖοι, πολλάκις οὐκ ἐδιδάχθηθʼ ὡς ἔστι δίκαια, ἀλλʼ ἀφῃρέθηθʼ ὑπὸ τῆς τῶν λεγόντων κραυγῆς καὶ βίας καὶ ἀναισχυντίας. 20.167 μὴ πάθητε νῦν· οὐ γὰρ ἄξιον. ἀλλʼ δίκαιʼ ἐγνώκατε, ταῦτα φυλάξατε καὶ μνημονεύετε, ἕως ἂν ψηφίσησθε, ἵνʼ εὔορκον θῆσθε τὴν ψῆφον κατὰ τῶν τὰ πονηρὰ συμβουλευόντων. θαυμάζω δʼ ἔγωγε, εἰ τοῖς μὲν τὸ νόμισμα διαφθείρουσιν θάνατος παρʼ ὑμῖν ἐστιν ζημία, τοῖς δʼ ὅλην τὴν πόλιν κίβδηλον καὶ ἄπιστον ποιοῦσι λόγον δώσετε. οὐ δή πού γʼ, Ζεῦ καὶ θεοί.

οὐκ οἶδʼ τι δεῖ πλείω λέγειν· οἶμαι γὰρ ὑμᾶς οὐδὲν ἀγνοεῖν τῶν εἰρημένων.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.164 Dem. 20.166 (English) >>Dem. 21.1

Powered by PhiloLogic